Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.322 Joseph. AJ 15.326 (English) >>Joseph. AJ 15.330

15.324τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν ἐγγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δʼ αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι· 15.325περὶ δὲ τὴν βάσιν τοῦ λόφου διατριβαὶ κατασκευῆς ἀξιοθεάτου τά τε ἄλλα καὶ τῆς εἰσαγωγῆς τῶν ὑδάτων, οὐ γὰρ οὗτος τόπος ἔσχηκεν, ἐκ μακροῦ καὶ διὰ πλειόνων ἀναλωμάτων πεποιημένης. τὰ δʼ ἐπίπεδα περιῳκοδόμηται πόλις οὐδεμιᾶς ἐλάσσων τὸν λόφον ἀκρόπολιν ἔχουσα τῆς ἄλλης οἰκήσεως. 15.326

Πάντων δʼ αὐτῷ προκεχωρηκότων εἰς δέον ὧν ἠλπίκει τὰς μὲν ἐν αὐτῇ τῇ βασιλείᾳ ταραχὰς οὐδʼ ὁπωσοῦν διʼ ὑποψίας εἶχεν ἑκατέρωθεν ὑπηκόους παραστησάμενος, φόβῳ μὲν ὧν ἀπαραίτητος εἰς τὰς τιμωρίας, τὴν ἐπιμέλειαν δὲ ὧν μεγαλόψυχος ἐν ταῖς περιπετείαις εὑρίσκετο. 15.327περιεβάλλετο δὲ τὴν ἔξωθεν ἀσφάλειαν ὥσπερ ἐπιτείχισμα καὶ τοῦτο τοῖς ἀρχομένοις ποιούμενος· πόλεσίν τε γὰρ ὡμίλει δεξιῶς καὶ φιλανθρώπως καὶ τοὺς δυνάστας ἐθεράπευεν εὐκαιρίαις ὧν ἑκάστους ἐδωρεῖτο μείζους τὰς χάριτας ἐμποιῶν καὶ τὸ μεγαλόψυχον φύσει πρὸς τὴν βασιλείαν εὐπρεπὲς ἔχων, ὥστʼ αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι πρὸς τὸ πλεῖον ἀεὶ προχωρούντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.322 Joseph. AJ 15.326 (English) >>Joseph. AJ 15.330

Powered by PhiloLogic